ΔΙΑΛΟΓΟΙ
ΠΛΑΤΩΝΟΣ ΚΑΤΗΓΟΡΙΟΠΟΙΗΣΗ
Το κείμενον
από το Βιβλίον Γ’ «Βίοι Φιλοσόφων» Διογένης Λαέρτιος [διαθέσιμο στο διαδίκτυον]
Η αρίθμηση
σε παραγράφους-κεφάλαια σύμφωνα με το βιβλίον Γ’
(ελάχιστες
συντμήσεις ώστε να προβληθεί το συγκεκριμένο στοχευθέν περιεχόμενο)
(Δεν υπάρχει
μετάφραση, αλλά με λίγη προσοχή του αναγνώστη, το νόημα είναι ευκρινές).
Ἔστι δὲ
διάλογος <λόγος>
ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος περί τινος τῶν φιλοσοφουμένων καὶ πολιτικῶν
μετὰ τῆς πρεπούσης ἠθοποιίας τῶν παραλαμβανομένων προσώπων καὶ τῆς κατὰ τὴν λέξιν
κατασκευῆς.
Διαλεκτικὴ δ'
ἐστὶ τέχνη λόγων, δι' ἧς ἀνασκευάζομέν τι ἢ κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ
ἀποκρίσεως τῶν προσδιαλεγομένων.
49 Τοῦ δὴ διαλόγου τοῦ Πλατωνικοῦ δύ'
εἰσὶν ἀνωτάτω χαρακτῆρες, ὅ τε ὑφηγητικὸς καὶ ὁ ζητητικός.
Διαιρεῖται
δὲ ὁ ὑφηγητικὸς εἰς ἄλλους δύο χαρακτῆρας,
θεωρηματικόν τε καὶ πρακτικόν. Καὶ τῶν ὁ μὲν θεωρηματικὸς εἰς τὸν φυσικὸν καὶ
λογικόν, ὁ δὲ πρακτικὸς εἰς τὸν ἠθικὸν καὶ πολιτικόν.
Τοῦ δὲ ζητητικοῦ καὶ
αὐτοῦ δύο εἰσὶν οἱ πρῶτοι χαρακτῆρες,
ὅ τε γυμναστικὸς καὶ ἀγωνιστικός. Καὶ τοῦ μὲν γυμναστικοῦ μαιευτικός τε καὶ
πειραστικός, τοῦ δὲ ἀγωνιστικοῦ ἐνδεικτικὸς καὶ ἀνατρεπτικός.
Εἰσὶ δὲ τοῦ μὲν φυσικοῦ οἷον ὁ
Τίμαιος· τοῦ δὲ λογικοῦ ὅ τε Πολιτικὸς
καὶ ὁ Κρατύλος καὶ Παρμενίδης καὶ Σοφιστής· τοῦ δ' ἠθικοῦ ἥ τε Ἀπολογία καὶ ὁ Κρίτων καὶ Φαίδων καὶ Φαῖδρος καὶ τὸ Συμπόσιον, Μενέξενός τε
καὶ Κλειτοφῶν καὶ Ἐπιστολαὶ καὶ Φίληβος Ἵππαρχος Ἀντερασταί·
51 τοῦ δὲ πολιτικοῦ ἥ τε Πολιτεία καὶ οἱ Νόμοι καὶ ὁ Μίνως καὶ Ἐπινομὶς καὶ ὁ Ἀτλαντικός· τοῦ δὲ μαιευτικοῦ Ἀλκιβιάδαι, Θεάγης, Λύσις, Λάχης· τοῦ δὲ πειραστικοῦ Εὐθύφρων, Μένων, Ἴων, Χαρμίδης, Θεαίτητος· τοῦ δὲ ἐνδεικτικοῦ ὡς ὁ Πρωταγόρας· καὶ τοῦ ἀνατρεπτικοῦ Εὐθύδημος, Γοργίας. Ἱππίαι δύο.
50 Οὐ λανθάνει δ' ἡμᾶς ὅτι τινὲς ἄλλως
διαφέρειν τοὺς διαλόγους φασί-λέγουσι γὰρ αὐτῶν τοὺς μὲν δραματικούς, τοὺς δὲ διηγηματικούς,
τοὺς δὲ μεικτούς - ἀλλ' ἐκεῖνοι μὲν
τραγικῶς μᾶλλον ἢ φιλοσόφως τὴν διαφορὰν τῶν διαλόγων προσωνόμασαν.
Καὶ περὶ μὲν διαλόγου τί ποτέ ἐστι καὶ τίνες
αὐτοῦ διαφοραί, <τοσαῦτα> ἀπόχρη λέγειν. Ἐπεὶ δὲ πολλὴ στάσις ἐστὶ καὶ οἱ
μέν φασιν αὐτὸν δογματίζειν, οἱ δ' οὔ, φέρε καὶ περὶ τούτου διαλάβωμεν. Αὐτὸ
τοίνυν τὸ δογματίζειν ἐστὶ δόγματα τιθέναι ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. Δόγματα
δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή.
52 Τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ
δόξα ὑπόληψις.
Ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν
ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει.
Καὶ περὶ μὲν τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεττάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου, τοῦ Ἐλεάτου ξένου· εἰσὶ δ' οἱ ξένοι οὐχ, ὥς τινες ὑπέλαβον, Πλάτων καὶ
Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα· ἐπεὶ καὶ τὰ Σωκράτους καὶ τὰ Τιμαίου
λέγων Πλάτων δογματίζει.
Περὶ δὲ τῶν ψευδῶν
ἐλεγχομένους εἰσάγει οἷον Θρασύμαχον καὶ Καλλικλέα καὶ Πῶλον, Γοργίαν τε καὶ
Πρωταγόραν, ἔτι δ' Ἱππίαν καὶ Εὐθύδημον καὶ δὴ
καὶ τοὺς ὁμοίους.
Επαγωγική
μέθοδος:
53 Ποιούμενος
δὲ τὰς ἀποδείξεις
πλείστῳ χρῆται τῷ τῆς ἐπαγωγῆς τρόπῳ, οὐ μὴν μονοτρόπῳ, ἀλλὰ διχῇ.
Ἔστι Επαγμὲν γὰρ ἐπαγωγὴ λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον ἑαυτῷ ἀληθὲς οἰκείως ἐπιφέρων.
Δύο δὲ τῆς
ἐπαγωγῆς εἰσι τρόποι, ὅ τε κατ'
ἐναντίωσιν καὶ ὁ ἐκ τῆς ἀκολουθίας.
Ὁ μὲν οὖν κατ' ἐναντίωσίν ἐστιν
ἐξ οὗ τῷ ἐρωτωμένῳ περὶ πᾶσαν ἀπόκρισιν ἀκολουθήσει τὸ ἐναντίον. Οὗτος μὲν ὁ
τῆς ἐπαγωγῆς κατ' ἐναντίωσιν καὶ μάχην τρόπος, ᾧ ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν.
. Ὁ δὲ τῆς
ἀκολουθίας ἐστὶ διπλοῦς· ὁ μὲν
τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, ὁ δὲ τὸ καθόλου διὰ τοῦ
ἐπὶ μέρους. Καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ
δεύτερος διαλεκτικός.
Ῥητορικὸς δ' ἐστὶν
ὁ τρόπος τῆς ἐπαγωγῆς οὗτος, ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρους, οὐ τὰ
καθόλου τὴν πραγματείαν ἔχει. Ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου ἀλλὰ τῶν ἐπὶ
μέρους δικαίων.
Ὁ δὲ ἕτερός ἐστι διαλεκτικός, προαποδειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους.
Η κατάταξη των διαλόγων του Πλάτωνος σε 9 Τετραλογίες:
Θράσυλλος δέ φησι καὶ
κατὰ τὴν τραγικὴν τετραλογίαν ἐκδοῦναι αὐτὸν τοὺς διαλόγους, οἷον ἐκεῖνοι
τέτρασι δράμασιν ἠγωνίζοντο - Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις - ὧν
τὸ τέταρτον ἦν Σατυρικόν· τὰ δὲ τέτταρα δράματα ἐκαλεῖτο τετραλογία.
Πρώτη Τετραλογία:
58 Ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ
πρώτη, ἡγεῖται Εὐθύφρων ἢ περὶ ὁσίου· ὁ διάλογος δ' ἐστὶ πειραστικός· δεύτερος
Ἀπολογία
Σωκράτους, ἠθικός· τρίτος Κρίτων ἢ περὶ πρακτέου, ἠθικός·
τέταρτος Φαίδων ἢ περὶ ψυχῆς,
ἠθικός.
Δευτέρα Τετραλογία:
Δευτέρα τετραλογία, ἧς ἡγεῖται Κρατύλος
ἢ περὶ ὀρθότητος ὀνομάτων, λογικός· Θεαίτητος ἢ περὶ ἐπιστήμης,
πειραστικός· Σοφιστὴς ἢ περὶ τοῦ ὄντος, λογικός· Πολιτικὸς ἢ περὶ
βασιλείας, λογικός.
Τρίτη Τετραλογία:
Τῆς τρίτης τετραλογίας ἡγεῖται Παρμενίδης
ἢ περὶ ἰδεῶν, λογικός· Φίληβος ἢ περὶ ἡδονῆς, ἠθικός· Συμπόσιον
ἢ περὶ ἀγαθοῦ, ἠθικός· Φαῖδρος ἢ περὶ ἔρωτος, ἠθικός.
Τέταρτη Τετραλογία:
59 Τῆς τετάρτης τετραλογίας ἡγεῖται Ἀλκιβιάδης
ἢ περὶ ἀνθρώπου φύσεως, μαιευτικός· Ἀλκιβιάδης δεύτερος ἢ περὶ εὐχῆς,
μαιευτικός· Ἵππαρχος ἢ φιλοκερδής, ἠθικός· Ἀντερασταὶ ἢ περὶ
φιλοσοφίας, ἠθικός.
Πέμπτη Τετραλογία:
Τῆς πέμπτης τετραλογίας ἡγεῖται
Θεάγης
ἢ περὶ φιλοσοφίας, μαιευτικός· Χαρμίδης ἢ περὶ σωφροσύνης,
πειραστικός· Λάχης ἢ περὶ ἀνδρείας, μαιευτικός· Λύσις ἢ περὶ φιλίας,
μαιευτικός.
Έκτη Τετραλογία:
Τῆς ἕκτης τετραλογίας ἡγεῖται Εὐθύδημος
ἢ ἐριστικός, ἀνατρεπτικός· Πρωταγόρας ἢ σοφισταί, ἐνδεικτικός· Γοργίας
ἢ περὶ ῥητορικῆς, ἀνατρεπτικός· Μένων
ἢ περὶ ἀρετῆς, πειραστικός.
Έβδομη Τετραλογία:
60 Τῆς ἑβδόμης τετραλογίας
ἡγοῦνται Ἱππίαι δύο - αʹ ἢ περὶ
τοῦ καλοῦ, βʹ ἢ περὶ τοῦ ψεύδους
- ἀνατρεπτικοί· Ἴων ἢ περὶ Ἰλιάδος,
πειραστικός· Μενέξενος ἢ ἐπιτάφιος, ἠθικός.
Όγδοη Τετραλογία:
Τῆς ὀγδόης τετρολογίας ἡγεῖται Κλειτοφῶν
ἢ προτρεπτικός, ἠθικός· Πολιτεία ἢ περὶ δικαίου, πολιτικός· Τίμαιος
ἢ περὶ φύσεως, φυσικός· Κριτίας ἢ Ἀτλαντικός, ἠθικός.
Ένατη Τετραλογία:
Τῆς ἐνάτης τετραλογίας ἡγεῖται Μίνως
ἢ περὶ νόμου, πολιτικός· Νόμοι ἢ περὶ νομοθεσίας, πολιτικός· Ἐπινομὶς
ἢ νυκτερινὸς σύλλογος ἢ φιλόσοφος, πολιτικός·
Η κατάταξη των διαλόγων του Πλάτωνος σε 5 Τριλογίες:
Ἔνιοι δέ, ὧν ἐστι καὶ Ἀριστοφάνης ὁ γραμματικός, εἰς
τριλογίας ἕλκουσι τοὺς διαλόγους,
καὶ πρώτην τριλογίαν μὲν
τιθέασιν ἧς ἡγεῖται Πολιτεία, Τίμαιος, Κριτίας·
62 δευτέραν τριλογίαν
Σοφιστὴς, Πολιτικὸς, Κρατύλος·
τρίτην τριλογίαν Νόμοι, Μίνως. Ἐπινομίς·
τετάρτην τριλογίαν Θεαίτητος, Εὐθύφρων. Ἀπολογία·
πέμπτην τριλογίαν Κρίτων, Φαίδων, Ἐπιστολαί.
Τὰ δ' ἄλλα καθ' ἓν καὶ ἀτάκτως.
Ἄρχονται δὲ οἱ μέν, ὡς
προείρηται, ἀπὸ τῆς Πολιτείας· οἱ δ' ἀπὸ Ἀλκιβιάδου τοῦ μείζονος· οἱ δ' ἀπὸ
Θεάγους· ἔνιοι δὲ Εὐθύφρονος· ἄλλοι Κλειτοφῶντος· τινὲς Τιμαίου· οἱ δ' ἀπὸ
Φαίδρου· ἕτεροι Θεαιτήτου· πολλοὶ δὲ Ἀπολογίαν τὴν ἀρχὴν ποιοῦνται.
Νόθοι διάλογοι - Νοθευθέντες
διάλογοι:
Νοθεύονται δὲ τῶν διαλόγων ὁμολογουμένως
Μίδων ἢ Ἱπποτρόφος, Ἐρυξίας ἢ Ἐρασίστρατος, Ἀλκυών, Ἀκέφαλοι, Σίσυφος, Ἀξίοχος,
Φαίακες, Δημόδοκος, Χελιδών, Ἑβδόμη, Ἐπιμενίδης· ὧν ἡ Ἀλκυὼν Λέοντός τινος
εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.
Διογένης Λαέρτιος, Βιβλίον Γ' - "Βίοι Φιλοσόφων"
Λόγος Έμφρων